Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.22.2 | Hdt. 4.23.3 (English) | >>Hdt. 4.25.1 |
4.23.1 μέχρι μὲν δὴ τῆς τούτων τῶν Σκυθέων χώρης ἐστὶ ἡ καταλεχθεῖσα πᾶσα πεδιάς τε γῆ καὶ βαθύγαιος , τὸ δʼ ἀπὸ τούτου λιθώδης τʼ ἐστὶ καὶ τρηχέα .
4.23.2 διεξελθόντι δὲ καὶ τῆς τρηχέης χώρης πολλὸν οἰκέουσι ὑπώρεαν ὀρέων ὑψηλῶν ἄνθρωποι λεγόμενοι εἶναι πάντες φαλακροὶ ἐκ γενετῆς γινόμενοι , καὶ ἔρσενες καὶ θήλεαι ὁμοίως , καὶ σιμοὶ καὶ γένεια ἔχοντες μεγάλα , φωνὴν δὲ ἰδίην ἱέντες , ἐσθῆτι δὲ χρεώμενοι Σκυθικῇ , ζῶντες δὲ ἀπὸ δενδρέων .
4.23.3 Ποντικὸν μὲν οὔνομα τῷ δενδρέῳ ἀπʼ οὗ ζῶσι , μέγαθος δὲ κατὰ συκέην μάλιστά κῃ . καρπὸν δὲ φορέει κυάμῳ ἴσον , πυρῆνα δὲ ἔχει . τοῦτο ἐπεὰν γένηται πέπον , σακκέουσι ἱματίοισι , ἀπορρέει δὲ ἀπʼ αὐτοῦ παχὺ καὶ μέλαν · οὔνομα δὲ τῷ ἀπορρέοντι ἐστὶ ἄσχυ · τοῦτο καὶ λείχουσι καὶ γάλακτι συμμίσγοντες πίνουσι , καὶ ἀπὸ τῆς παχύτητος αὐτοῦ τῆς τρυγὸς παλάθας συντιθεῖσι καὶ ταύτας σιτέονται .
4.23.4 πρόβατα γάρ σφι οὐ πολλά ἐστι . οὐ γάρ τι σπουδαῖαι αἱ νομαὶ αὐτόθι εἰσί . ὑπὸ δενδρέῳ δὲ ἕκαστος κατοίκηται , τὸν μὲν χειμῶνα ἐπεὰν τὸ δένδρεον περικαλύψῃ πίλῳ στεγνῷ λευκῷ , τὸ δὲ θέρος ἄνευ πίλου .
4.23.5 τούτους οὐδεὶς ἀδικέει ἀνθρώπων · ἱροὶ γὰρ λέγονται εἶναι · οὐδέ τι ἀρήιον ὅπλον ἐκτέαται . καὶ τοῦτο μὲν τοῖσι περιοικέουσι οὗτοι εἰσὶ οἱ τὰς διαφορὰς διαιρέοντες , τοῦτο δὲ ὃς ἂν φεύγων καταφύγῃ ἐς τούτους , ὑπʼ οὐδενὸς ἀδικέεται · οὔνομα δέ σφι ἐστὶ Ἀργιππαῖοι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.22.2 | Hdt. 4.23.3 (English) | >>Hdt. 4.25.1 |